- Votes:
Armand D'Angour - Πινδαρική ᾠδή εἲς Ὀλύμπια 2012 ἐν Λόνδρας lyrics
Ἴδεσθε καινὸν πῦρ τόδ' Ὀλυμπικόν
ὃ γ' εξέλαμψε πρόσθε καθ' Ἑλλάδα
ἀλλ' ἡδέως δέχεσθε τἆθλα
Λονδινίου ποταμού παρ' ὄχθας. Ὑμνεῖται δ' αἴγλην ἀντιπάλων σοφῶν,
στρατὸς γάρ ἦλθεν ἐκ περάτων χθονός·
καὶ χρὴ μεγίσταις ὦδ' ἀοιδόν
ἀμφ' αρεταῖσι καθ' ἄρμ' ἐλαύνειν. Πλῆθος θεατῶν μυρίων ὄψεται
ὁρμὴν τρεχόντων καὶ λιπαρὰν χάριν,
σπουδήν τ' ἐρεσσόντων ἑταίρων
ἀκροβατῶν τε δοκοὺς πατούντων. Θεάσεται δὲ χάρματι τοξότηνArmand D'Angour - Πινδαρική ᾠδή εἲς Ὀλύμπια 2012 ἐν Λόνδρας - http://motolyrics.com/armand-dangour/2012-lyrics.html
τείνοντα νευράν καὶ ποδὶ σωφρόνως
τὸν ιππότην στρέφοντα πῶλον
ἀστεροπῆς τε σέλας θεούσης. Πρέψουσι δ' αὐλοί καὶ τύπανον βρόμῳ
τιμῆς φλεγούσης πολλὰ καθ' ἡμέραν·
ὄχλος δ' ἀΰσει καλλίνικε
χρύσε' ἄεθλ' ἐσιδὼν φέροντας. Δεῦτ' αὖτε γῆν ἐς τήνδε περίρρυτον·
ἄρχων γὰρ ἄγχι καὶ πρύτανις βαρύς.
Νίκη δ' ἀρίστοις αἰὲν ἔστω·
νῦν κρότος, αἶψα δε τἆθλ' ἀγέσθω.