- Votes:
Homer - Εἲς Πᾶνα lyrics
Ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα,
 αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ᾽ ἀνὰ πίση
 δενδρήεντ᾽ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις,
 αἵ τε κατ᾽ αἰγίλιπος πέτρης στείβουσι κάρηνα
 Πᾶν᾽ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον,
 αὐχμήενθ᾽, ὃς πάντα λόφον νιφόεντα λέλογχε
 καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα.
 φοιτᾷ δ᾽ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά,
 ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν,
 ἄλλοτε δ᾽ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ,
 ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.
 πολλάκι δ᾽ ἀργινόεντα διέδραμεν οὔρεα μακρά,
 πολλάκι δ᾽ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων,
 ὀξέα δερκόμενος: τότε δ᾽ ἕσπερος ἔκλαγεν οἶον
 ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων
 νήδυμον: οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν
 ὄρνις, ἥτ᾽ ἔαρος πολυανθέος ἐν πετάλοισι
 θρῆνον ἐπιπροχέουσ᾽ ἀχέει μελίγηρυν ἀοιδήν.
 σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι
 φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ
 μέλπονται: κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ:
 δαίμων δ᾽ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ᾽ ἐς μέσον ἕρπων,
 πυκνὰ ποσὶν διέπει, λαῖφος δ᾽ ἐπὶ νῶτα δαφοινὸν
 λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς
 ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ᾽ ὑάκινθοςHomer - Εἲς Πᾶνα - http://motolyrics.com/homer/_8b96a3c-lyrics.html
 εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.
 ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον:
 οἷόν θ᾽ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων
 ἔννεπον, ὡς ὅ γ᾽ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι,
 καί ῥ᾽ ὅ γ᾽ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων,
 ἐξίκετ᾽, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.
 ἔνθ᾽ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ᾽ ἐνόμευεν
 ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν
 νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι:
 ἐκ δ᾽ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ᾽ ἐν μεγάροισιν
 Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι,
 αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα:
 φεῦγε δ᾽ ἀναΐξασα, λίπεν δ᾽ ἄρα παῖδα τιθήνη
 δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον.
 τὸν δ᾽ αἶψ᾽ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε
 δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων.
 ῥίμφα δ᾽ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας
 δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ
 πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι,
 δεῖξε δὲ κοῦρον ἑόν: πάντες δ᾽ ἄρα θυμὸν ἔτερφθεν
 ἀθάνατοι, περίαλλα δ᾽ ὁ Βάκχειος Διόνυσος:
 Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε.
 καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ᾽ ἀοιδῇ
 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.









