- Votes:
Homer - Εἲς Ἀθήναν lyrics
(Ὕμνος ια')
 Παλλάδ᾽ Ἀθηναίην ἐρυσίπτολιν ἄρχομ᾽ ἀείδειν,
 δεινήν, ᾗ σὺν Ἄρηι μέλει πολεμήια ἔργα
 περθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε,
 καί τ᾽ ἐρρύσατο λαὸν ἰόντα τε νισσόμενόν τε.
 Χαῖρε, θεά, δὸς δ᾽ ἄμμι τύχην εὐδαιμονίην τε. (Ὕμνος κη')
 Παλλάδ᾽ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ᾽ ἀείδειν
 γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,
 παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,
 Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
 σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε᾽ ἔχουσαν,
 χρύσεα, παμφανόωντα: σέβας δ᾽ ἔχε πάντας ὁρῶνταςHomer - Εἲς Ἀθήναν - http://motolyrics.com/homer/_f06308f-lyrics.html
 ἀθανάτους: ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο
 ἐσσυμένως ὤρουσεν ἀπ᾽ ἀθανάτοιο καρήνου,
 σείσασ᾽ ὀξὺν ἄκοντα: μέγας δ᾽ ἐλελίζετ᾽ Ὄλυμπος
 δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος: ἀμφὶ δὲ γαῖα
 σμερδαλέον ἰάχησεν: ἐκινήθη δ᾽ ἄρα πόντος,
 κύμασι πορφυρέοισι κυκώμενος: ἔκχυτο δ᾽ ἅλμη
 ἐξαπίνης: στῆσεν δ᾽ Ὑπερίονος ἀγλαὸς υἱὸς
 ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη
 εἵλετ᾽ ἀπ᾽ ἀθανάτων ὤμων θεοείκελα τεύχη
 Παλλὰς Ἀθηναίη: γήθησε δὲ μητίετα Ζεύς.
 καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο:
 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.









