- Votes:
Homer - Eis Dionyson lyrics
... οἳ μὲν γὰρ Δρακάνῳ σ᾽, οἳ δ᾽ Ἰκάρῳ ἠνεμοέσσῃ
 φάσ᾽, οἳ δ᾽ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,
 οἳ δέ σ᾽ ἐπ᾽ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι
 κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ:
 ἄλλοι δ᾽ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,
 ψευδόμενοι: σὲ δ᾽ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
 πολλὸν ἀπ᾽ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην.
 ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,
 τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων,
 ... καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλ᾽ ἐνὶ νηοῖς.Homer - Eis Dionyson - http://motolyrics.com/homer/eis-dionyson-lyrics.html
 ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ
 ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας. ἦ καὶ κυανέῃσιν ἐπ᾽ ὀφρύσι νεῦσε Κρονίων:
 ἀμβρόσιαι δ᾽ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
 κρατὸς ἀπ᾽ ἀθανάτοιο: μέγαν δ᾽ ἐλέλιξεν Ὄλυμπον.
 ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς. ἵληθ᾽, εἰραφιῶτα, γυναιμανές: οἱ δέ σ᾽ ἀοιδοὶ
 ᾁδομεν ἀρχόμενοι λήγοντές τ᾽: οὐδέ πῃ ἔστι
 σεῖ᾽ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.
 καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσ᾽ εἰραφιῶτα,
 σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην









