- Votes:
Homer - Εἲς Ἀφροδίτην Κυθέρειαν lyrics
Aἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην
 ᾁσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν
 εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος
 ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
 ἀφρῷ ἔνι μαλακῷ: τὴν δὲ χρυσάμπυκες Ὧραι
 δέξαντ᾽ ἀσπασίως, περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσαν:
 κρατὶ δ᾽ ἐπ᾽ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν
 καλήν, χρυσείην: ἐν δὲ τρητοῖσι λοβοῖσιν
 ἄνθεμ᾽ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος:
 δειρῇ δ᾽ ἀμφ᾽ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισινHomer - Εἲς Ἀφροδίτην Κυθέρειαν - http://motolyrics.com/homer/_8ec1b8c-lyrics.html
 ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ
 Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ᾽ ἴοιεν
 ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός. Aὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,
 ἦγον ἐς ἀθανάτους: οἳ δ᾽ ἠσπάζοντο ἰδόντες
 χερσί τ᾽ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος
 εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ᾽ ἄγεσθαι,
 εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης. Xαῖρ᾽ ἑλικοβλέφαρε, γλυκυμείλιχε: δὸς δ᾽ ἐν ἀγῶνι
 νίκην τῷδε φέρεσθαι, ἐμὴν δ᾽ ἔντυνον ἀοιδήν.
 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.









